quarta-feira, 18 de abril de 2012

Lecturas: os deuses

  
ΟΙ ΘΕΟΙ

Ζεὺς μὲν, πατὴρ τῶν θεῶν καὶ τῶν ἀνθρώπων, παντὸς τοκόσμου βασιλεύει. Ποσειδῶν δὲ τῆς θαλάττης ἄρχει, κα Πλούτων τοῦ Αἵδου· Ἀπόλλων δὲ, τοῦ Διὸς καὶ τῆς Λητοῦς, τῶν τεχνῶν καὶ τῆς ποιήσεως ἔχει ἐπιμέλειαν, καὶ τὸν τῶν Μουσῶν χόρον ἄγει. Ἑρμῆς δὲ τῶν θεῶν ἄγγελός ἐστι, καὶ τοὺς ἐμπόρους καὶ τοὺς ῥήτορας καὶ τοὺς γυμναστὰς θεραπεύει. Ἄρης δὲ τοῦ πολέμου καὶ τῶν μαχῶν ἔχει ἐπιμέλειαν. Ἥφαιστος δέ, θεὸς τοῦ πυρός, χωλὸς, τὸν τοῦ Διὸς κεραυνὸν ἐν τῇ νήσῳ Λήμνῳ κατασκεύαζει μετὰ τῶν Κυκλώπων. Διόνυσος δέ, τῆς ἀμπέλου πατὴρ καὶ τοῦ οἴνου εὑρετής, ἐν ταῖς Ἀθήναις ἦν ἐν μεγάλῃ τιμῇ.
Παρὰ δὲ ταῖς θεαῖς, Ἥρα μέν, ἡ τοῦ Διὸς γυνή, πασῶν τῶν θεῶν βασιλεύει. Ἀθηνᾶ δέ, τῆς πόλεως πρόμαχος, εὑρέτις τῶν τεχνῶν ἐστι, καὶ ἐν τῇ ἀκροπόλει ἕχει ἱερὸν θαυμαστόν, τὸν Παρθενῶνα, καὶ λαμπρὸν ἄγαλμα, ἔργον τοῦ Φειδίου. Ἄρτεμις δέ, τοῦ Ἀπόλλωνος ἀδελφή, τῆς θηρὰς ἔχει ἐπιμέλειαν. Δημήτηρ δὲ τῆς γεωργίας θεά ἐστιν. Ἀφροδίτη δέ, ἔνδοξος τῷ κάλλει, σημαίνει τὴν τῆς φύσεως πολυγονίαν.

Sem comentários:

Enviar um comentário